# Scholia in Iliadum 1.258.1

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.258.1

494. ἄρξασθαί φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ κατα- λόγου ὡς κεχαρισμένον ταῖς Μούσαις ἃς ἐπεκαλέσατο· αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἶναι τὸν Ἑλικῶνα τὸ ὄρος, ὅπου σύνηθες αὐταῖς διατρί- βειν. ἀντιλέγουσι δέ τινες τούτοις, φάσκοντες οὐ τῆς Βοιωτίας, ἀλλὰ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα· μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆσθαι. τινὲς δὲ ὅτι ἀνθʼ ὧν οὗτοι μόνοι πέντε εἶχον ἡγεμόνας. ἄλλοι δέ φασιν οὐ διὰ τοῦτο, ἀλλʼ ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές· οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατά- λογος παραμετρεῖται· ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν ἐχόντων ἑκατὸν πόλεις. βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ἦρχθαι ἐπει- δήπερ ἐν Αὐλίδι πόλει τῆς βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν ἐπὶ τὴν Ἴλιον μελλόντων στρατεύειν· ἔχει δὲ αὕτη ἡ πόλις λιμένας τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγοὺς ἀπὸ τῆς Ἑλλάδος ἀπάσης, διʼ ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι καὶ ἐντεῦθεν ἀπέπλευσαν. ὁ δὲ Ἀρίσταρχός φησι κατὰ ἐπιφορὰν αὐτὸν τὴν ἀρχὴν ποιήσασθαι· εἰ γὰρ καὶ ἀπʼ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς. ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ Ἀόνων. μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης, καθʼ ἑτέρους δὲ ἀπὸ τῆς ἐλαθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίκινος θυγατρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ εὗρεν αὐτὴν, ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θεὸς εἶπεν αὐτῷ περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοῖ, καὶ πόλιν ἐκεῖ κτίζειν ἔνθα ἂν αὕτη εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκέων ἐπορεύετο· εἶτα βοὶ συντυχὼν παρὰ τοῖς Πελάγονος βουκολίοις ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν ὀκνήσασα ἀνεκλίθη ἔνθα νῦν εἰσὶν αἱ Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι πέμπει τινὰς τῶν μεθʼ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων, ὃν Ἄρεως ἔλεγον εἶναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα, καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου ὀδόντας σπείρει· ἀφʼ ὧν ἐγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς, καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι, ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονίᾳ δῶρον δοῦναι. ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς καὶ Ἀπολλόδωρος ἐν τῷ γ΄. Πηνέλεως καὶ Λήϊτος] ἰστέον ὅτι ἐτίθεσαν οἱ πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν ἀφʼ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ πολέμον. διὸ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεὼν, ὃ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον· Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄγειν (λεία δὲ ἡ ἀπὸ πολέμου κτῆσις)· Ἀρκεσίλαος δὲ ἀπὸ τοῦ ἐπαρκεῖν καὶ βοηθεῖν τοῖς λαοῖς, τουτέστι τοῖς ὄχλοις· Προθοήνωρ δὲ ὁ προθέων ἠωορέῃ, τουτέστιν ἀνδρείᾳ· Κλονίος δὲ ὁ γενναῖος καὶ μάχιμος γενησόμενος· κλόνος γὰρ ἡ μάχη.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
