Ancient Greek
1.259 to 1.262
Scholia in Homerum, Scholia in Iliadum 1.259-2-262
Not analysed yet
878. πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος. 881. αἱ Ἀριστάρχου ὑπερφίαλον, οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις. 883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλ᾿ ἐξ ἑτέρων ὡμολογημένων. 885, 887. ἤ—ἤ] διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ ἐπιφερόμενα ἐγκλιτικὰ, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια.