Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.260
Not analysed yet
496. οἵ θʼ Ὑρίην] οὐ παρέλαβον σύνδεσμον τὸν τέ, ἀλλʼ ὄντως παρέλαβον Θυρίαν τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ ν φθόγγον. μαρτυρεῖ καὶ Ἡσίοδος λέγων “ἢ οἴην Ὑρίη Βοιωτίη ἔτρεφε κούρην.” Αὐλίδα] ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις, καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι “Αὖλίν τέ σφʼ ἄγον” αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνο- μένης γέγονεν. ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστὶν, ἡ δὲ εἰς δᾶ καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυτόνων.