# Scholia in Iliadum 1.263-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.263-2

887. τὸ ζως ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν, οὐχ γοῶς. μόνον γὰρ τὸ σῶς ἐστὶ περισπώμενον μονοσύλλαβον εἰς ως λῆγόν, ἀρσενικὸν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης περισπώμενον ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλ- λαβος εὑρέθη. τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦν γεγονός· διὸ συσταλτέον τὸ ἄλφα, ὁμοίως τῷ “τοῖος ἔα ἐν πολέμῳ” (Od. 14, 222), ὃ καὶ διὰ τοῦ η λέγεται “τοῖς ἦα φιλοπτόλεμος.” τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρ- τισε γὰρ εἰς μέρος λόγου, καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ “ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45). τυπῇσιν] ὡς πληγῇσιν. δοκεῖ δὲ ὡς οὐ πρὸς τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι· εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη;

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
