# Scholia in Iliadum 1.269-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.269-2

534. *θαλύσια] ἑορτὴ ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι τῶν καρπῶν. Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν. ἡ δὲ θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν, ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρος, Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται. καὶ γὰρ αὐτὴ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίᾳ. οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς, Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ. ὁ δὲ προγνοὺς σὓς μὲν ἀπέκτεινεν, σὓς δὲ εἰς φυγὴν τραπῆναι παρεσκεύασεν· διόπερ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστράτευσαν. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ ἐβοήθει τῇ πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, προελθὼν σὓς μὲν ἀνεῖλεν, οὓς δὲ διώκων ἠνάγκασεν ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρω- μένον ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ. ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες τοῖς Τρωσὶν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πειθομένῳ, διʼ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
