Ancient Greek
1.27 to 1.41
Scholia in Homerum, Scholia in Iliadum 1.27-41
Not analysed yet
53. ὅτι πρὸ τούτον τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστὶν, ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο. 54. ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο] ἐξωπλίζοντο καὶ ἀνελάμβανον τὰ ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι τοὶ δʼ αὐτόθι θωρήσσοντο. 55. *Ἀρίσταρχος διὰ τοῦ ὁ ὁπλίζοντο. 56. παυρότεροι] ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπικούροις λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα “πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες” (Il. 2, 131)· καὶ πρὸς Ζηνόδοτον γράφοντα (562) “μυρία δʼ ἐν πεδίῳ.” 57. *χρειοῖ] ὡς Λητοῖ· ἡ γὰρ εὐθεῖα “χρειὼ ἐμεῖο γένηται” (Il. 1, 341). 58. πᾶσαι δʼ ὠΐγνυντο πύλαι] ὅτι μία ἐστὶ πύλη, καὶ πληθυντικῶς εἶπε πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ νοῦ ὅλαι, ὡς “θριξὶ δὲ πάντα νέκυν καταείνυον” (Il. 23, 135). 60. ἵκοντο] γρ. ἵκανον. 62. ὅτι ταυτὸν ἐξ ἐπαναλήψεως εἶπεν· προειπὼν γὰρ ῥινούς, ἐπενήνοχεν “ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι,” ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων. 65. ῥέε δʼ αἵματι γαῖα] ὅτι ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ἵτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. 66. ἡ διπλῆ, ὅτι νῦν τὴν πρὸ μεσημβρίας ὅραν ἠῶ λέγει. ἀέξετο] αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα, ὁ ἐστιν ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν. 68. ὅτι οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλʼ ἐν οὐρανῷ· οὐκ ἄρα ὁ αὐτὸς τῷ οὐρανῷ· τὸ δʼ ἀμφιβεβήκει γράφεται καὶ σὺν τῷ ν, ἀμφιβεβήκειν. 69. τάλαντα] τὴν τοῦ Διὸς διάνοιαν. 70. ἐν δʼ ἐτίθη δύο κῆρε] μίαν ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι τὰς ψυχὰς, ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστὶν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν. 73, 74. ἀθετοῦνται, ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγο- στατεῖ ὁ Ζεὺς, οὐ πλείους, ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (Il. 22, 210)· ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχή- ματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλʼ οὐ μία; 74. *ἐν ἐνίοις διὰ τοῦ ε ἕζεσθεν.