# Scholia in Iliadum 1.27-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.27-3

51. φθὰν] ὁ Ἀρίσταρχος βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶς· κοιμί- ζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ συνεπείᾳ· “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε (Il. 13, 1). ἔστι δὲ ὁ νοῦς τοιοῦτος, ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρον. τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω δύναται συνάπτεσθαι· βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ διακόσμησις ᾖ γεγοννῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ πεδίον· ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται [εἰς τὸ πεδίον]· φησὶ γοῦν (47) “ἡνιόχῳ μὲν ἔπειτα ἑῷ.ʼ τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει ὀλίγο, τοιοῦτόν ἐστι. τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφʼ ἀρμάτων· ἢ τῷ χρόνῳ πολὺ προέλαβον οἱ πεζοὶ, ρἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ὀλίγον ὄπισθεν ἤσαν. φθὰν δέ] πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς οἱ ἱππεῖς ὀλίγον μετεκίαθον αὐτῶν; λέγει δὲ “φθὰν δὲ μέγα” χρο- νικῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, ὀλίγον δὲ μετεκίαθον τοπι- κῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετʼ αὐτοὺς ἔκιον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
