# Scholia in Iliadum 1.272

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.272

464. αὐτὰρ ἐπεὶ κατὰ μῆῤ ἐκάη] Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρ- χος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα” (40). τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηροῦ ὄν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπείτοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τοῦ περὶ τὸ σημαινόμενον καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει. * σπλάγχν᾿ ἐπάσαντο] Ἀρίσταρχος Ἰακῶς πάσαντο.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
