# Scholia in Iliadum 1.276-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.276-3

659. βεβλημένοι οὐτάμενοί τε] ὅτι συλληπτικῶς τὸ κατʼ ἀμφο- τέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβληνται καὶ οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων “βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δʼ Ὀδυσεύς.ʼ οὐτάμενοι] Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι, Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆσθαι παρ αὐτῷ. φησὶ γὰρ “οὔτʼ αὐτοσχεδίην οὐτασμένος ὀξέϊ χαλκῷ” (Od. 11, 536)· συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστὥτα ἐκδεχόμενος οὕτως ἀνεγί- νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ οὐτῶ περισπώμενον ἐκπίπτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφʼ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλʼ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλʼ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου “οὐτάσαι οὐδὲ βαλεῖν” (Il. 14, 424) καὶ ἐκ τοῦ “οὔτασται δʼ Ὀδυσεύς” (661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος “οὅτʼ αὐτοσχεδίην οὐτασμένος” (Od. 11, 535), ἥτις κατʼ ἔλλειψιν τοῦ σ ἐγίνετο οὐταμένος, προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ σ ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
