Ancient Greek
1.277 to 1.279
Scholia in Homerum, Scholia in Iliadum 1.277-2-279
Not analysed yet
551. οὐδʼ ἐδύναντο] ἐν τῇ Ἀριστοφάνους οὐδʼ ἐθέλεσκον. καὶ ἔστιν Ὁμηρικόν· “οὐδʼ ἔθελε προρέειν” (Il. 21, 366). 554. οἰδάνει ἐν στήθεσσι] ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2, 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ. οἰδαίνεσθαι ποιεῖ, ὡς τὸ μελάνει. καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, Ἀχιλλεῖ δὲ συγγινώσκει. 556. καλῇ Κλεοπάτρῃ] Κλεοπάτρα Ἴδα καὶ Μαρπήσσης τῆς Εὐηνοῦ θυγάτηρ, γυνὴ δὲ Μελεάγρου.