# Scholia in Iliadum 1.279-2-285

Scholia in Homerum, Scholia in Iliadum, 1.279 to 1.285. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.279-2

532. ὅτι Ζηνόδοτος γράφει Βῆσαν ἐν τῷ ἑνὶ σ, διὰ τὸ βήσσας λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι προσηγορικὰ ἅ τινων κύρια γίνεται, οἷον Κυπάρισσος, καὶ πόλεως ὄνομα. Αὐγειὰς ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις τῷ ποιητῇ, Ἰωνικωτέρα οὖσα. 535. Εὐβοίης] Εὔβοια νῆσος παρακειμένη τῇ Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ Φωκίδι καὶ Λοκρίδι, ἥτις καὶ Μάκρις ἐκαλεῖτο ἤτοι διὰ τὸ εἰς μῆκος κεῖσθαι ἢ ἀπὸ Μάκριδος νύμφης, τῆς τροφοῦ Ἡρας. ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ. 540, 541. Ἐλεφήνωρ—Χαλκωδοντιάδης] Χαλκώδοντος παῖς Ἐλεφήνωρ. εἰ δὲ, ὡς προείρηται, προληπτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισὶ, πεποίηται παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα. 542, 543. βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμηταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον. 542. ὄπιθεν κομόωντες] τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες ἀνδρείας χάριν. ἴδιον δὲ τοῦτο τῆς τῶν Εὐβοέων κουρᾶς, τὸ ὄπισθεν τὰς τρίχας βαθείας ἔχειν. 543. αἰχυηταί] καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως “ἄνδρες οἳ ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης.” ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν. ὀρεκτῇσι μελίῃσι] τοῖς ἐκ χειρῶν δόρασιν, οἷς ὀρέγδην ἐχρῶντο συνιστάμενοι καὶ ἐκτείνοντες αὐτά· ἐξ οὗ θαρσαλέοι· ὀρέξασθαι γάρ ἐστι τὸ ἐκ χειρὸς πατάξαι. 546. Ἀθήνας] Ἀθήνας νῦν κέκληκε τὴν πόλιν· τοὺς δὲ δήμους παρέλιπε διὰ τὸ πλῆθος, ἢ διὰ τὸ μὴ δύνασθαι πάντας εἰς μετρο- ποιίαν καταταγῆναι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
