Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.28-2
Not analysed yet
46, 47. ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται. καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν, ὑποστίζοντες ἐπὶ τὸ αὐτοί· οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ ἐπέσσυται ὥστε νέεσθαι, εἶτα φευγόντων σὺν νηθσί ἀντὶ τοῦ φευγέτωσαν. ἄμεινον δὲ ὑφʼ ἓν μὲν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοὶ φευγόντων, στίζειν δὲ ἐπὶ τὸ γαῖαν, ἵνα λέγηται μὲν ἀποφατικῶς, τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ, ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας. εἴρηται γὰρ ὡς ὁ εἰ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικὴν, ὡς ἐκεῖ “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74) τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κειμένου, ὡς κἀκεῖ “ἐξελθών τις ἴδοι” (Od. 24, 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ ᾱ. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· “εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε” (Il. 16, 667)· οὐδὲν γὰρ πλέον τοῦ ἄγε δή. καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν.