# Scholia in Iliadum 1.28

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.28

64. ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο ἑαυτῷ τε. ἔδει γὰρ αὐτῷ τε. ἡ δὲ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχὴν, οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται. ὅμοιον δέ ἐστι τὸ “ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ” (Il. 15, 226.) κακὸν—οἷ τʼ αὐτῷ, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη] Λακεδαιμόνιοι λοιμῷ κρατηθέντες ἐμαντεύοντο περὶ ἀπαλλαγῆς· ὁ δὲ θεὸς αὐτοῖς ἔχρησεν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον τὸ προσταχθὲν ἔπρασσεν, κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος περὶ γυναι- κὸς μαντευόμενος. γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγε- ται χρῆσαι τὴν Πυθίαν τάδε· “τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμοφρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;” τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον χωρισθῆναι. ὁ δὲ λόγος, ἐπεὶ οὐκ ᾔδει τὰ ἐκ τῶν θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι χρησμὸν δοθῆναι τοῖς Τρωσὶνἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσ- έχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν ἑαυτούς τε καὶ τὴν πόλιν. *οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
