# Scholia in Iliadum 1.280-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.280-2

562. * ὅτι οὐ τὴν Μάρπησσαν, ἀλλὰ τὴν Κλεοπάτραν. Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστέρος, γήμας Ἀλκυόνην τὴν Αἰόλου, μέγα φρονήσας ἐφʼ ἑαυτῷ θεὸς ἐβούλετο νομίζεσθαι διόπερ ἥ τε γαμετὴ διὰ παντὸς ἐκάλει Δία αὐτὸν, κἀκεῖνος Ἤραν τὴν γυναῖκα. Ζεὺς δὲ ἀγανακτήσας μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα· ἐκλήθη δὲ ἡ μὲν ἁλκυόνη, ὁ δὲ κῆϋξ. παρὰ δὲ τοῖς αἰγι- αλοῖς τῆς ἁλκυόνης τικτούσης, συνέβη ἐπελθόντα τὰ κύματα τὰ ἔγγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν, κατελεήσας ἐπέταξε τοῖς ἀνέμοις, καθʼ ὃν καιρὸν ἡ ἀλκυόνη τίκτει, μὴ πνεῖν μέχρι ιδ΄ ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθην καὶ Εὐρυσάκη καὶ Ὀδυσσέα καὶ Νεοπτόλεμον. “οὕπω” γὰρ “εἰδόθʼ ὁμοιίου πτολέμοιο” (440). ἔκλαιεν οὖν ἡ Μάρπησσα καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἀνήρπασεν ὁ Ἀπόλλων, ἢ ἡ μήτηρ Ἀλθαία. ἐπώνυμον] ἀντὶ τοῦ φερώνυμον καὶ ἀπὸ συμβεβηκότος οἰκείως κείμενον. τὴν Κλεοπάτραν οὖν, φησὶ, παρωνύμως καὶ Ἁκυόνην ἐκάλουν διὰ τὸ τὴν μητέρα Μάρπησσαν δίκην ἁλκυόνος κλαῦσαι.· ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλλων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
