# Scholia in Iliadum 1.280-285

Scholia in Homerum, Scholia in Iliadum, 1.280 to 1.285. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.280

479. ἴκμενον] παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὑγρὸν, παρὰ τὴν ἰκμάδα· καὶ γὰρ ἐν ἄλλοις φησὶν “ἀνέμων μένος ὑγρὸν ἀέντων” (Od. 5, 478). ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται. διὸ ψιλω- τέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθα. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος. 482. στείρῃ] ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει· ἐπὶ γὰρ τὸ ξύλον τοῦτο, ὤσπερ εἰς θεμέλιόν τινα, ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς. 484. *μετὰ στρατὸν] Ἀρίσταρχος κατά, οὐ μετά. καὶ “χθιζὸς ἔβη κατὰ δαῖτα” (424). 486. ὑψοῦ ἐπὶ ψαμάθοις] ψάμαθος. καὶ ἡ ποταμία οὕτως καλεῖ- ται· “κείμενον ἐν ψαμάθοις Αἰσήποιο.” ἕρματα] τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερο- μένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. 488. αὐτὰρ ὁ μήνιε] ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ “αὖθι μένων” (492). τὸν δὲ “οὔτε ποτ᾿ ἐς πόλεμον” οὐδὲ ἔγραφεν. 490. *ποθέεσκε] ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
