# Scholia in Iliadum 1.283-2-287

Scholia in Homerum, Scholia in Iliadum, 1.283 to 1.287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.283-2

678. πώεα] παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος. 683. ὅτι διαφωνοῦσιν οἱ νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφʼ Ἡρακλέους, ὅτε τὴν Πύλον ἐπόρθησεν. φαίνεται γὰρ καθʼ Ὅμηρον περιὼν καὶ μετὰ τὸ πορθηθῆναι. ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Προκλέα. 684. * διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον. 685. ἅμʼ ἠοῖ φαινομένηφι] τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενομένης ἐκή- ρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει. 686. *οὕτως Ἀρίσταρχος, χρέως. ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ. Ἀριστοφάνης δὲ χρεῖος καὶ ὠφείλετο. δίῃ] θαυμαστῇ. ἱερᾷ· ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεὺς, οὗ καὶ πανήγυρις παρὰ τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια, ἔνθα καὶ ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. ἔστι δὲ πόλις τῆς Πελοποννήσου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
