# Scholia in Iliadum 1.285

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.285

571. ἱεροφοῖτις Ἐρινύς] ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπα- κούουσι, καὶ οὐ μάχεται τὸ “κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περ- σεφόνειανʼ ἠεροφοῖτις δὲ ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται. Ἐρινύς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ο ἐστι τῇ γῇ· κατα- χθονία γὰρ ἡ δαίμων ἢ οἱονεὶ ἀρανύς τις οὖσα, ἡ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελέουσα. τὰ εἰς ις παρώνυμα θηλυκὰ, παρακείμενα τοῖς εἰς ἦς ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρά παραλήγοιτο, πρω- θῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ καὶ ἱερο- φοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστὶν, ἀνεβίβασε τὸν τόνον, ἀρτό- πωλις ἀλφιτόπωλις· ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, παράκοιτις ἄκοιτις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκὸν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται, ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστισύνθετον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
