Ancient Greek
1.286 to 1.294
Scholia in Homerum, Scholia in Iliadum 1.286-3-294
Not analysed yet
573. *δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν. 574. *τόν δὲ λίσσοντο] οὕτως Ἀρίσταρχος, ἐλίσσοντο, δι’ ἑνὸς λ. 575. ἱερῆας] ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χορὸν ἀπὸ ἱερέων παρήγαγεν. 576. ἐξελθεῖν καὶ ἀμῦναι] βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἀπʼ ἄλλης δὲ ἀρχῆς ὁππόθι πιότατον, καὶ ὑποστικτέον ἐπὶ τὸ ἐραννῆς. 578. *ὅτι συντελικῶς ἑλέσθαι. 579. πεντηκοντόγυον] πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν. 580. ἥμισυ δὲ ψιλὴν ἄροσιν] διὰ τοῦ σ, ψιλῆς γῆς. οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἄροσιν. 581. ἐπʼ ἐμβεβαὼς] εἴτε ἓν μέρος λόγου ἐπεμβεβαώς, ὡς ἐμμε- μαώς, εἴτε τῇ ὁδοῦ γενικῇ συνάπτεται, οὐ δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ. 583. σείων] πράως κινῶν διὰ τὸ γῆρας, ἢ διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχοςʼ κολλητὰς δὲ σανίδας περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι.