# Scholia in Iliadum 1.29-5-33

Scholia in Homerum, Scholia in Iliadum, 1.29 to 1.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.29-5

47. *φευγόντων] ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν. 52. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν] In margine τοῖσι δὲ καὶ μετέειπε Γερήνιος. 53. *ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς. 55. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται] οὐδείς σου τὸν λόγον ἐκφαυλίσει καὶ μέμψεται. πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ; ῥητέον δὲ ὅτι τῆς μὲν ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται, καὶ Νέστωρ αὐτῷ τελείως γεγε- νῆσθαι μαρτυρεῖ· ὅπερ δὲ δεῖ πράσσειν ἐν τῷ καιρῷ, Διομήδης παρέ- λιπεν κἀκεῖνος εἰσηγεῖται. 56. οἷς ἀμφοῖν τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπὼν, ἀλλʼ οὐ καθʼ ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὕτε συνετώτατον. οὐδὲ πάλιν ἐρέει] οὐδὲ ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις. οὐ μὴν τέλος ἐπέθηκας τῷ λόγῳ σου. τὰ μὲν γὰρ πρὸς τὸν βασι- λέα δεόντως φησὶν εἰρῆσθαι, ἐλλείπειν δὲ τὰ τῆς συμβουλῆς καὶ παραφυλακῆς, ἅτινα αὐτὸς ἀναπληροῖ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
