# Scholia in Iliadum 1.29

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.29

38. Κίλλλαν τε ζαθέην] ἱστορία. Πέλοψ ὁ Ταντάλου καὶ . . . . . κατὰ μισθὸν παιδικῆς ὥρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδα- μάστους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πῖσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέσβον Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον, ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῷ ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρὸς, εἶδʼ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλ- λου, ἠρίον ἐπʼ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν. ὁ μέν- τοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον. ἡ ἱστορία παρὰ Θεο- πόμπῳ. Τενέδοιό τε] καὶ τῆς Τενέδου. ἱστορία. ἡ δὲ Τένεδος νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη. οὔπω δὲ πρότερον τοῦτο εἶχε τὸ ὄνομα· καὶ γὰρ οὐδὲ Κύνῳ τῷ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα· Λευκόφρυν δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον. ἐπειδὴ δὲ ἄρα τῷ Κύκνῳ ἐγεννήθη ὁ Τέννης καὶ ἡ Λευκοθέα, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ἦν, ἐπέγημε δʼ ὁ Κύκνος Φυλονόμην ἢ ὡς ἔνιοι Πολύβοιαν, ἡ Φυλονόμη (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέννης) ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνου- σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρή- σαντος, κατηγορήσατο πρός τὸν πατέρα αὐτοῦ ὅτι ἐθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην καὶ διὰ τὸ εἶναι υἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν· τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυι νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώ- ριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθημα, μαθόντες τε τὸ γεγονός, οὐ μόνον ἑαυτῶν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπʼ αὐτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
