# Scholia in Iliadum 1.291-2-298

Scholia in Homerum, Scholia in Iliadum, 1.291 to 1.298. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.291-2

570. ἀφνειόν τε Κόρινθον] ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος. ἡ διπλῆ δὲ, ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον, Ἔφυραν λέγει· “ἔστι πόλις Ἐφύρη” (Il. 6, 152). Ἀραιθυρέην] ὅτι Ζηνόδοτος γράφει Παραιθυρέην. οὐκ ἐπίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην. 574. Πελλήνην] διαφέρει Πελλήνη Παλλήνης· Πελλήνη μὲν γὰρ πόλις Θράκης, Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς, Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαίας, ἐστι Πελοπόννησος. 575. αἰγιαλόν] οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤτοι πλευρὰ τῆς Πελοποννήσου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρι Ἤλιδος. 576. τῶν] ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρείληπται, ἀλλʼ ἀντὶ ἀν- τωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἐκ πρόθεσις, ἵνʼ ᾖ, ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν. 579. οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χαριέστερον· “ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων· πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν, οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.” ἡ γὰρ αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἐξῆς ἀποδίδοται, οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς. ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει. 579, 580. ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἐξῆς ἄριστος ὁ Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ. 581. κοίλην Λακεδαίμονα] τὴν ὑπὸ ὀρῶν περιεχομένην, διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Ταΰγετον ὄρος· διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκησαν. Λακεδαίμονα δὲ τὴν χώραν λέγουσι, τὴν δὲ πόλιν Σπάρτην καλοῦσιν. κητώεσσαν] μεγάλην, παρὰ τὸ κῆτος, ὅπερ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύδρων ζώων. 582. Μέσσην] ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην λέγει, συγκόψας τοὔνομα. ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδε δῆλον ἐξ ὧν φησὶ “δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε· τὲ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
