# Scholia in Iliadum 1.295-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.295-2

699. τέσσαρες ἀθλοφόροι] ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ ἅρματι χρωμένων τῶν ἡρώων· καὶ γὰρ λέγει (701) “τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.” ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ τὸν ἐλατῆρʼ ἀφίει συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1, 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία. οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός. *ὅτι ἑκατέροις δύναται προσδίδοσθαι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
