# Scholia in Iliadum 1.296-302

Scholia in Homerum, Scholia in Iliadum, 1.296 to 1.302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.296

586. οἵ οἱ κεδνότατοι] ὅτι σωφρονέστατοι· ὁ δὲ Σιμωνίδης κ ε- θνοὺς τοὺς φίλους. 590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον γυναικὶ μόνῃ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ τότε παρακαλεῖ. 593. ἀμαθύνει] ὅτι ἄμαθον ποιεῖ· οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν· ὁ δὲ Αἰσχύλος ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων “κύνες διημάθυνον ἄνδρα δεσπότην.” (fr. 239.) 594. *ὅτι Ζηνόδοτος γράφει τέκνα δὲ δῃοῖ ἄγουσι. 598. εἴξας ᾧ θυμῷ] ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος. 601. *χαλεπὸν] γρ. κάκιον. 602. * Ἀρίσταρχος ἐπὶ δώρων, ὅ ἐστι μετὰ δώρων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
