Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.298
Not analysed yet
705. ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ (9, 42) μετάκειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζεσθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλʼ ἀνάλογον ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγω- γίας. Ζηνόδοτος οὐδὲ ἔγραφεν. μή τίς οἱ] ὅπως μηδεὶς ἀπέλθῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον καὶ ἴσον ἐχούσης.