Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.299-2
Not analysed yet
585. Λάαν] ὁ ποιητὴς διεῖλεν· μονοσυλλάβως γὰρ λέγεται Λᾶς. Οἰτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι δι- φθόγγου. κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι, καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης “τοῦ δὲ γίνεται Ἀμφιάναξ· τοῦ δʼ Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.” τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προσῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίωνος.