# Scholia in Iliadum 1.3-3-9

Scholia in Homerum, Scholia in Iliadum, 1.3 to 1.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.3-3

7. *ἀρηγόνες] ἐπὶ μόνου θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητὴς, ἡ ἀρηγών. 14. βραχὺ διασταλτέον ἐπὶ τὸ τάδε ἔργα καὶ ὄρσομεν, βαρυ- νομένου τοῦ προτέρου συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ ὄρσομεν πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται, ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. ἡμεῖς δὲ στίζομεν ἐπὶ τὸ ὄρσομεν· ὁ γὰρ λόγος, φραζώμεθʼ ὡς ἔσται ταῦτα, πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν. 17. εἰ δʼ αὔτως] διὰ τοῦ π αἱ Ἀριστάρχου, εἰ δʼ αὖ πως. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη εἰ δʼ αὔτως, διὰ τοῦ τ. 21. πλησίαι] ὅτι τὴν καθέδραν Ἥρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἑκατέρωθεν πλησίον τοῦ Διός. 22. πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται. οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς σημείοις φησὶν, ὁμοίως τῷ “ἀλλʼ ἀκέων δαίνυσθε” (Od. 21, 89)· ὁ γὰρ Ἀπολλώνιος ἐν τῷ περὶ μετοχῆς ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος. 23. * σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται. 26. δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμὸς λέγεται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
