Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.3-5
Not analysed yet
4. θεοὶ δʼ ὑπὸ πάντες ἄκουσαν] ἡ ὑπό φέρεται ἐπὶ τὸ ἄκουον· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προθέσεως ἔστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. “οἳ κατὰ βοῦς Υπερίονος Ἠελίοιο ἤσθιον” (Od. 1, 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἀπλῶς λεγόμενον τοῦ ὑπακούειν, ἧ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τʼ ἐστὶν ἐκδέ- ξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις. οὕτως οὖν τινὲς ἐδέξαντο “οὐδ᾿ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς” (97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη. διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινού- μενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς φησὶ “Τμδιίδη μή τʼ ἄρ με μάλʼ αἴνεε μή τέ τι νείκει” (Il. 10, 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγμένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπή. κουον τῷ Διὶ ὡς ὑποτεταγμένοι.