# Scholia in Iliadum 1.30

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.30

39. Σμινθεῦ] ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ τόπος τῆς Τρῳά- δος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος ἀπὸ αἰτίας τῆσδε. ἐν Χρύσῃ, πόλει τῆς Μυσίας, Κρῖνίς τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαί- νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο, παῤ ᾧ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τῶν κακῶν ἀπαλλάξειν, καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς διέφθειρεν. ἀπαλλασσόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου ὁ Κρῖνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέα αὐτὸν προσαγορεύσας, ἐπειδὴ κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον οἱ μύες σμίνθοι καλοῦνται. ἡ ἱστορία παρὰ Πολέμωνι. ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς—ἔλεγε δὲ περὶ μυῶν—, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς ἀποί- κους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωὶ δὲ ἀναστάντες καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθʼ ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν, ἥντινα ἐκάλεσαν Σμινθίαν· οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος, διὰ τὸ ὑπερασπίζειν αὐτῆς. *ἐπι νηὸν ἔρεψα] ὅτι παρέλκει ἡ ἐπί. ἔρεψα] παρὰ τὸ ἐρέφω, ὅθεν καὶ εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ. ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
