# Scholia in Iliadum 1.300-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.300-2

592. Θρύον] ὅτι Θρύον εἶπε τὴν ἐν ἄλλοις Θρυόεσσαν. “ἔστι δέ τις Θρυόεσσα πόλις” (Il. 11, 710). ἐΰκτιτον Αἰπύ] Ἀρίσταρχος ὡς ὀξύ· συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Il. 11, 711) εἴρηκεν “ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,” ὃ νῦν εἴρηκεν αἰπὺ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ αἰπύ, οὐ μὴν συγκατατί- θεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγο- ρικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς ῡ μονογενῆ οὐδέτερα βαρύνεται, πῦϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος δια- λαμβάνων περὶ τοῦ ἰῷ “οἳ μὲν πάντες ἰῷ κίον ἤματι,” φανερῶς λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
