# Scholia in Iliadum 1.300-303

Scholia in Homerum, Scholia in Iliadum, 1.300 to 1.303. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.300

522. μή σε] οὐχὶ μή σε, ἀλλὰ μή τι αἱ᾿ Ἀριστάρχου καὶ αἱ ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ τὸ τί πρόσκειται, ὡς ἐπὶ τούτων “μή τι φόβονδ᾿ ἀγόρευε” (ΙΙ. 5, 252)· “μή τί μευ ἠΰτε παιδός” (ΙΙ. 7, 235)· “μή τι σὺ ταῦτα ἕκαστα διερεο” (550). 523. *ὅτι περισσὸς ὁ κε. 524. κεφαλῇ κατανεύσω] τὸ λογιστικὸν περὶ κεφαλὴν, τὸ θυμικὸν περὶ καρδίαν, “κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20, 13) καὶ “οἰδάνεται κραδίη χόλῳ (ΙΙ. 9, 646), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ· “ἧπαρ ἔκειρον” (Od. 11, 578). κεφαλῇ κατανεύσομαι] οὕτως κατανεύσομαι, οὐχὶ ἐπινεύσομαι Ἀρίσταρχος ἐν τοῖς πρὸς Φιλητᾶν προφέρεται. 526, 527. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύ- τητον] ὅτι περιώρικε τοὺς τρόπους. στικτέον δὲ ἐπὶ τὸ παλινάγρετον, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ, ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται. παλινάγρετον] ὑστερόληπτον, οἱονεὶ μεταμελητόν. διὰ τοῦ παλινάγρετον ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλά- γαθος, διὰ τοῦ ἀπατηλόν· ὅτι τελεσιουργὸς, διὰ τοῦ ἀτελεύτη- τον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
