Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.301
Not analysed yet
595. Θάμυριν] οὗτος παῖς ἦν Φιλάμμονος καὶ Ἀργιόπης νύμφης, τὸ γένος Θρᾷξ, ὃς ἔσχεν αἰσχρὸν ἔρωτα, πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων. οὗτος κάλλει πολλῶν διενεγκὼν καὶ κιθαρῳδίᾳ, περὶ μου- σικῆς ἐρίσας ταῖς Μούσαις συνέθετο, ἂν μὲν κρείττων εὑρεθῇ, πλη- σιάσαι πάσαις, ἐὰν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσιν. καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν.