Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.301-2
Not analysed yet
709. Μολίονε] Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος, κατά τινας δὲ Μολιόνης καὶ Ποσειδῶνος. ἴσως δὲ μᾶλλον Μολίονας αὐτοὺς εἶπεν πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύν- σεως, οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη· ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει. οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων· διφυεῖς γὰρ σαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας καὶ πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡροκλῆς δὲ πολεμῶν καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περι- γενέσθσι συμμαχούντων ὐγέᾳ, λοχήσας αὐτοὺς ἀνεῖλε, καὶ οὕτως ἐπόρθησε τὴν Ἧλιν. ἡ ἱστορία παρὰ Φερεκύδει. ὅτι ἀπὸ μητρὸς Ὅμηρος οὐ σχηματίζει· μήποτʼ οὖν ἀπὸ τοῦ ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν.