# Scholia in Iliadum 1.302-2-314

Scholia in Homerum, Scholia in Iliadum, 1.302 to 1.314. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.302-2

711. ὅτι ῆν ἐν τῷ καταλόγῳ (Il. 2, 592) εἴρηκε Θρύον “καὶ Θρύον. Ἀλφειοῖο πόρον,” νῦν Θρυόεσσαν λέγει. 714. μετεκίαθον] ὑποστικτέον. περιττεύει δὲ ἐν τῷ ἄμμι δʼ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δὲ καὶ ἐπὶ τὸ ἔννυχος ὑποστί- ζεσθαι, ἵνα ἐν τῷ οὐδʼ ἀέκοντα ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ ὑπʼ ὄοθρον, οὐδʼ ἄκοντας ἀνήγαγε τοὺς Πυ. λίους. 717. προτρέπει τὸν Πάτροκλον διʼ ὥν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν. 719. οὐ γάρ πω τί μʼ ἔφη] ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν με ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν. 720, 721. τὸ μὲν πρότερον ὡς περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστὶν, ἐπεὶ οὕτως ἤγε τὸ νεῖκος ἡ Ἀθηνᾶ· ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ, ὅπως ἐπιφανὴς γενήσομαι. 723. ἐγγύθεν Ἀρήνης] ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον. 725. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπʼ ὄρθρον γὰρ ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὔδευσαν, καὶ κατὰ μέσον ἡμέρας ἐπὶ τὸν Ἀλφειὸν παρεγένοντο. 728. ταῦρον] οἰκεῖα τὰ θύματα. τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους διὰ τὰς βίας τῶν ὑδάτων. 730. δόρπον ἔπειθʼ ἑλόμεσθα] ὅτι Ζηνόδοτος γράφει δεῖπνον. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κατακοιμῶνται. 733. *διαρραῖσαι] γράφεται διαπραθέειν. 734. ἀλλά σφιν προπάροιθεν] ὅτι τὸ προπάροιθε οὐ τοπικῶς ἀλλὰ χρονικῶς· πρὶν ἢ πορθῆσαι τὸ ἄστυ, ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος. 735. φαέθων ὑπερέσχεθε γαίης] ὅτι ἐξ ἡρωικοῦ προσώπου ὑπὲρ γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ Ὀκεανοῦ. 737. ὅτι τινὲς καὶ Ἀχαιῶν γράφουσιν· Ὅμηρος δὲ Ἑπειοὺς τοὺς Ἡλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις, ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
