# Scholia in Iliadum 1.303

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.303

605. ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς, ἵνʼ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλ- λεὺς ἀποκρινόμενός φησιν “οὔ τί μέ ταύτης χρεὼ τιμῆς” (607), ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις. τιμηθήσῃ ἢ τίμιος ἔσῃ. τινὲς τὸ. τιμῆς διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε “ καὶ χρνσὸν τιμῆντα” (Il. 18, 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐθεῖα ἀρσε- νικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· τιμῆς γὰρ, φησὶν, ἄξιος ἔσῃ. ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησὶν ὅτι ἐπιφέρει “οὔτι με ταύτης χρεὼ τιμῆς.” ἀλαλκών] ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς ἀγαγών καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
