Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.304
Not analysed yet
528. ἦ] ἔφη, εἶπεν. δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ “ἣ μυρί᾿ Ἀχαιοῖς” (2), καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ “βού- λομ᾿ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι” (117). δηλοῖ καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ “ἦ δὴ λοίγια ἔργα” (573)· τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθοῦς λαμβάνεται. ἐπ᾿ ὀφρύσι] ταῖς ὀφρύσι συνεκδοχικῶς, ὡς ἀπὸ μέρους τὴν κεφα- λήν· εὐθὺς γὰρ ἐπάγει “ἀμβρόσιαι δ᾿ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ᾿ ἀθανάτοιο.” ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν ποιῆσαι τὸν ἐν Ἤλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ συνωθούμενον.