Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.306
Not analysed yet
614. ἵνα μή μοι] ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μὴ μοὶ, τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί κατʼ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ· ἐστι, φησὶν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησίν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα, ὁμοίως τῷ “μή μοι οἶνον ἄειρε” (Il. 6, 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλʼ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ “ἤ μʼ ἀνάειρε ἢ ἐγὼ σέ” (Il. 23, 724) καὶ τῷ “τάχα δή με διαρραίσουσι καὶ αὐτόν” (Od. 1, 251), εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατʼ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγ- νφβιν.