# Scholia in Iliadum 1.307-2-320

Scholia in Homerum, Scholia in Iliadum, 1.307 to 1.320. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.307-2

616. ὅτι τὸ μείρεο ἀντὶ τοῦ μερίζου, πρὸς Ζηνόδοτον μεταγρά- φοντα “ὁππότε μειρόμενος μέγα δʼ ἔστενεν” ἀντὶ τοῦ μέγʼ ἐγήθεεν (Il. 7, 127), ἵνʼ ᾖ στερισκόμενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι, ἀλλʼ ἀντὶ τοῦ μερίζεσθαι. 617. σὺ δʼ] διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσβείᾳ, ἐφο- βήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει. 619. * ὅτι οὐδέν ἐστι μαχόμενον, ἀλλʼ αἰδεσθεὶς παραπέπεισται. 621. * ὅτι τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται. 622. ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο, πάλιν τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν Ὀδυσσέα. 632. καὶ μέν τίς τε κασιγνήτοιο] ὅτι παρεῖται πρόθεσις καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος. * Ἀρίσταρχος διὰ τοῦ γέ, καὶ μέν τίς γε. κασιγνήτοιο δὲ καιγνητικοῦ. 633. *τεθνειῶτος] διὰ τοῦ η αἱ Ἀριστάρχου. 638. ἑπτά] ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων “ἓξ, ἀτὰρ ἑβδο- μάτην Βρισηΐδα.” χωρὶς γάρ εἰσιν αἱ ἑπτά. 639. *οὕτως ἐπὶ τῇσι ἐν ἀπάσαις, ἐπὶ ταῖς Λεσβίσι. 641. πληθύος ἐκ Δαναῶν] ὅτι Ζηνόδοτος γράφει ἀθρόοι ἐκ Δαναῶν. πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες; 645. * ἐείσω] ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως ἐείσαο. 647. ἀσύφηλον] ἀντὶ τοῦ ἐπιρρήματος, μετὰ παραλογισμοῦ ἔβλαψεν. ἔστι δὲ ἀσύφηλος καὶ ὁ ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ σοφός σοφηλός. σύνθες μετὰ τῆς α στερήσεως, ἀσόφηλος· μετά- βαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, ὡς ἄγυρις καὶ ἄγορις. 654. σμύξαι] τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι καλεῖται. σμύζω δὲ τὸ θέμα, ἢ σμύσσω, ἢ σμύγω. *οὕτως σμύξαι Ἀρίσταρχος. οἶδε δὲ καὶ τὴν φλέξαι γραφήν. *ὅτι γρ. καὶ κατά τε φλέξαι. 655. *τὸ μάχης ἑκατέροις δύναται προσδίδοσθαι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
