Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.32
Not analysed yet
42. *τίσειαν] ὅτι Ζηνόδοτος τίσαιεν. ἱστορία. Δαναοὶ] Ἕλληνες, οὕτως. Βῆλος ὁ Ἀγήνορος μὲν ἀδελ- φὸς, υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης, ἀφʼ ἧς ἡ χώρα ὠνόμασται Λιβύη, βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Μείλου θυγατέρα,. καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός. καὶ Δα- ναὸν μὲν Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ· ὅς καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντή- κοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε δεδοικὼς, καθότι καὶ ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑφʼ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κληθεῖσαν ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόν- τορον, ἐν τὰς κόρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλλάνωρ ὁ τότε βασιλεύων· αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀπολλοδωρος ἐν β΄.