# Scholia in Iliadum 1.32-2-40

Scholia in Homerum, Scholia in Iliadum, 1.32 to 1.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.32-2

94. ἐπιπροέμεν] Ἀρίσταρχος ἀναστρέφει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ Μενελάῳ, ὡς καὶ ἐπʼ ἐκείνου “ἦ καὶ ἐπʼ Ἀντινόῳ ἴθυνεν ” (Od. 22, 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφʼ ἓν, ἐπιπροέμεν, ὁμοίως τῷ ἐπι- προίηλε καὶ ἐπιπροέηκε, ἵνʼ ἔμφασις μᾶλλον γένηται. 96. βασιλῆϊ] πρὸς καιρὸν ἡ Ἀθηνᾶ βασιλέα κέκληκε τὸν Ἀλέξαν- δρον ἕνεκα τοῦ μᾶλλον πεῖσαι αὐτὸν ἐλπίδι μείζονος δωρεᾶς. 97. τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέ- φεται πρόθεσις γενικῇ συντασσομένη πτώσει· ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο. 99. πυρῆς ἐπιβάντʼ] οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα· ἔμφασις γάρ γίνεται τῇ μετοχῇ, εἰ συνταγείη ἡ πρόθεσις. ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ὑπὸ γῆν, εἰ μὴ πρότερον ἔκαυσαν· εἶθʼ οὕτως τὴν τέφραν σὺν τοῖς ὀστοῖς ἐχώννυον ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι. 100. *πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐπὶ τὸν Μενέλαον. 101. * Λυκηγενέϊ] ὅτι ἀπὸ τῆς Τρωικῆς Λυκίας, ἐξ ἧς ἐστὶν ὁ Πάνδαρος. Λυκηγενέι] φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν εἰς Λυκίαν ἀπηλλάγη, ὡς καὶ Ἄγνων ἐν τῇ δεκαστίχῳ λέγει. τεσσάρων δὲ τεχνῶν ἔφορός ἐστιν ὁ θεὸς, τοξικῆς ἰατρικῆς μαντικῆς καὶ μουσικῆς. 103. οἴκαδε νοστήσας] ὅτι ἡ ὑπὸ τῇ Ἴδῃ Λυκία τὸ παλαιὸν Ζέ- λεια ἐκαλεῖτο διὰ τὸ τὸν Ἀπόλλωνα ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. 105. ἰξάλου] ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. συμβαίνει γὰρ, φησὶ, πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς θήραις κατὰ τὴν παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια. 106. ὅτι οὐ πρηνεῖς, ἀλλʼ ἀνατρεπομένους ὑπὸ τῆς πληγῆς συν- ίστησι, διὰ τὰς βίας τῶν βαλόντων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
