# Scholia in Iliadum 1.32-3-44

Scholia in Homerum, Scholia in Iliadum, 1.32 to 1.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.32-3

70. ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων γυναικῶν παιδοποιεῖσθαι. 73. ἰνίον] τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ νευ- ρῶδες εἶναι. ἢ τὸ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθῆκον ἀπὸ τῆς κεφα- λῆς ἐπὶ τὸν αὐχένα. 75. *ἐν κονίῆς] ἐν ἄλλῳ ἤριπε δʼ ἐξ ὀχέων. ψυχρὸν] ἤτοι κυρίως διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον, ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ· τὸν γοῦη ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν. 76. Εὐαιμονίδης] ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ Μελάνιππος. ἔστι μὲν οὖν ὃ λέγει πιθανόν (διὰ τοῦτο γοῦν καὶ τὸ Πολύμνια πῆ μὲν ψιλοῦμεν πῆ δὲ δασύνομεν, καὶ τὸ Εὐρύαλος Ἀγχίαλος), οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πά- νορμος δασυνόμενον, καὶ Ἔφιππος ὁ κωμικός. 79. * Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός] πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. 81. τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπὼν, οὐκ ἀπέκοψεν. 83. ἔλλαβε πορφύρεος θάνατος] ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ- ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὑπτίου. λέγει δὲ πορ- φύρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· “πορφύρεον δʼ ἄρα κῦμα” (Il. 21, 326) ἀναλόγως τῷ “μέλαν δέ ἑ κῦμα κάλυψεν” (Il. 85. ἡ διπλῆ, ὅτι ὡς πρός τινα διαλέγεται μὴ ὑποκειμένου προσώ- που, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις ἔγνω, καὶ χρόνος ἐνήλλακται. 89. *ἐεργμέναι] Ἀρίσταρχος ἐερμέναι. 99. ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύαλον διὰ τὴν κοιλότητα λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. τὸ γυαλον ὅταν ἐπίθετον ᾗ, ἀξύνεται· “εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι.” 100. ἀντικρύ] ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ σ, συ- στέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματος ἐροῦμεν. 103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ. 104. *Ἀρίσταρχος δήθʼ ἀνσχήσεσθαι. * Ἀρίσταρχος βέλος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
