# Scholia in Iliadum 1.32-4

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.32-4

71. νεκροὺς ἀμπεδίον συλήσετε τεθνηῶτας] οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος “Τρώων ἀμπεδίον συλήσομεν ἔντεα νεκρούς.” Ἀθηνοκλέους δὲ ἐν τῷ περὶ Ὁμήρου παρατηρήσαντος ὅτι τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει, λέγων κτείνωμεν, τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε, ὁ Χαῖρις Ὁμηρικὸν εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρακτῆρα, ὡς ἐν τούτοις “ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ, σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·” ἔδει γὰρ δέδμηνται ὡς πείθονται, ἢ ἀνάπαλιν· καὶ πάλιν “ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.” “νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν ” καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ, ἀλλʼ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
