# Scholia in Iliadum 1.320-325

Scholia in Homerum, Scholia in Iliadum, 1.320 to 1.325. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.320

556. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα, ἢ διὰ τοὺς αἰγιαλούς. 558. διασταλτέον ἐπὶ τὸ ἐτήτυμον, ἵν᾿ ᾖ ἀληθὲς κατανενευκέναι. 560. *τὴν δ᾿ ἀπαμειβόμενος] γράφεται τὴν δὲ μέγ᾿ ὀχθήσας. 564. εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστί] εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ προϋποσχέσθαι τὴν Ἀχιλλέως τιμήν. *μέλλει] ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικὸν, ἀλλ᾿ ἀντὶ τοῦ ἔοικεν. 565. κάθησο] προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. βρα- χνκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. 566. εἰσ᾿ ] ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι τιθεῖ,σιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
