# Scholia in Iliadum 1.321-328

Scholia in Homerum, Scholia in Iliadum, 1.321 to 1.328. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.321

656. ἕκαστος] ὅτι ἥρμοζεν ἐπὶ τῶν δύο λέγειν ἑκάτερος, διὰ δὲ τὸ μέτρον, ἵνα τηρηθῇ τὸ τῆς λέξεως, οὕτως εἴρηται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος. ἢ δεῖ λέγειν ὅτι καὶ ἐπὶ τῶν κηρύκων λέγει ἕκαστος. 657. *σπείσαντες] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου λείψαντες, καὶ ἐν πολλαῖς τῶν ἀρχαίων. ἧρχε δʼ Ὀδυσσεύς] ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο Ὀδυσ- σεύς· “ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς” (192). καὶ ὅτι οὐ συμπρεσβεύει ὁ Φοῖνιξ, ἐπεί τοι κἂν ἀποπρεσβεύων ἡγεῖτο. 661. ῥῆγός τε] ῥῆξαι τὸ βάψαι. λέγει οὖν βαπτὸν περιβόλαιον, οἱ δὲ, τάπητα. οἰκεία δὲ ἡ κοίτη τῷ γέροντι. καὶ ὁ Νέστωρ καθεύ- δει “εὐνῇ ἔνι μαλακῇ” (Il. 10, 75). οἱ δὲ ἑταῖροι τοῦ Διομήδους ὑπὸ κρασὶν εἶχον ἀσπίδας, καὶ αὐτὸς “ῥινὸν ὑπέστρωτο βοὸς ἀγραύ- λοιο (ib. 155). καὶ ῥηγεῖς οἱ βαφεῖς. 664. ὅτι Ζηνόδοτος γράφει “τῷ δὲ γυνὴ παρέλεκτο Κάειρ’, ἣν Λεσβόθεν ἦγε.” πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥητέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν; 668. Σκῦρον ἑλών] ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπολιορκη- μένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. Σκῦρος δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας. μία δὲ τῶν Κυκλάδων, ἣν οὐ πορθήσας, ἀλλʼ εἰρηνικῶς καταλαβὼν ἐλαφυραγώγησεν. 673, 674. εἴπʼ ἄγε μʼ] ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν “ἦ ῥʼ ἐθέλει νήεσσι” καὶ ὁ λόγος ᾖ πευστικὸς, ἆρα βούλεται βοηθεῖν; ἢ διασταλτέον ἐπὶ τὸ Ἀχαιῶν, ἵνα ᾖ τοιοῦτος ὁ λόγος, ἄγε εἰπέ μοι εἰ βούλεται βοη- θῆσαι. 674. *ἀλεξέμεναι] ἐν ἄλλῳ ἀμυνέμεναι. 678. σβέσαι χόλον] πυρώδης γὰρ ὁ θυμός. ἐντεῦθεν δὲ καὶ ὡρί- σαντο οἱ φιλόσοφοι “θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
