# Scholia in Iliadum 1.325

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.325

767. νῶϊ] ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ιθ’, ἕως τοῦ (785) “σοὶ δʼ αὗθʼ ἐπέτελλεν,” ὅτι ἡ σύνθεσις αὐτῶν πεζὴ, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα “Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ” (Il. 9, 254)· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι “ τέκνον ἐμὸν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ηρη δώσουσʼ, αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν.” καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· ἐς δʼ ἄγε χειρὸς ἑλὼν, κατὰ δʼ ἑδριάασθαι ἄνωγεν, ξείνιά τʼ εὗ παρέθηκενʼ ὁ δὲ Πηλεὺς οὐδʼ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ “ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἔπεσθαιι.” ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ιθ΄.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
