# Scholia in Iliadum 1.326

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.326

567. *ἆσσον ἰόνθ᾿ ] ὅτι Ζηνόδοτος γράφει ἆσσον ἰόντε. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἀντὶ τοῦ ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν. *ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς. ἀάπτους] οὕτως ψιλῶς προενεκτέον· οὕτως δὲ καὶ Ἀρίσταρχσς. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀρι- στοφάνους γλώσσαις διὰ τοῦ ε ἐγέγραπτο ἀέπτους. εἰσὶ δὲ οἳ ἀπροσ- πελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι᾿ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ δια- φθείρω καὶ βλάπτω· ἔνθεν τὸ “πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν.” καὶ μέσον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α, “μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν” (454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
