# Scholia in Iliadum 1.33-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.33-3

56. φυλάκων] ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. ὅτι οἱ γλωσσογράφοι ἱερὸν τέλος τὸ μέγα τάγμα. σημαίνει δὲ πλείονα ἡ λέξις, ποτὲ μὲν τὸ τάγμα, ὡς ἐνθάδε, ποτὲ δὲ τοῦ συμ- πεπληρωμένου πράγματος ἢ ἔργου τὸ τέλος, ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι· ποτὲ δὲ τὸ δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ(fr. 640.) “μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος” καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (p. 73, 8.) “Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει·” ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382) σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομεν.” ἱερὸν τέλος ὡς ἱερὸν ἰχθὺν τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θεῖον τάγμα, ἱερὸν δὲ ἰχθὺν τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπὸ τοῦ ἵεσθαι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
