Ancient Greek
1.349 to 1.353
Scholia in Homerum, Scholia in Iliadum 1.349-353
Not analysed yet
707. *ὁ δʼ ἄμα] οὕτως αἱ Ἀριστάρχου, ἅμα, οὐ διὰ τοῦ ρ ἄρα. 717. Ὀλιζῶνα] προπερισπωμένως ὡς Μεδεῶνα. Νικίας δὲ οὐκ εὖ ὡς περίζωμα. 718. τῶν—εἰδώς] ὅτι Ζηνόδοτος γράφει τῶν αὗ ἡγεμόνευε Φιλο- κτήτης ἀγὸς ἀνδρῶν. ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ καταλόγῳ τὴν ἑκάστου ἀρετήν. 721. *ἄλγεα] καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν. 722. Λήμνῳ ἐν] ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλο- κτήτης· οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ. ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς ἀρύσῃς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.