# Scholia in Iliadum 1.35-2-43

Scholia in Homerum, Scholia in Iliadum, 1.35 to 1.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.35-2

58. *ὁπλότατος] γρ. ὁπλότερος. τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμφοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις· εἴτε τοῖς ἑξῆς, γίνεται βασι- λεῖς ἔειπες. 61. *διίξομαι] διελεύσομαι τὰ πράγματα ἀπʼ ἀρχῆς μέχρι τέλους.- δασυντέον τὸ διίξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο. ἐπιφέρει γοῦν “ἀτὰρ οὐ τέλος ἵκεο μύθων.” 63. ἀφρήτωρ κοινῶς ὁ φρατρίας καὶ συγγενείας μὴ μετέχων, ἀπάνθρωπος. ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς. ἄδικος καὶ ἄνομος καὶ θηριώδης, ἵποῦ καὶ οἱ Κύκλωπες θεμιστεύ- ουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν. 64. *ἔραται] ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική. 66. φυλακτῆρες] Ἀρίσταρχος διὰ τοῦ α φυλακτῆρας τοὺς φύλακας. 67. * λεξάσθων παρὰ τάφρον] διαταγήτωσαν. *ὅτι ἀντὶ τοῦ λεξάσθωσαν. *γράφεται καὶ περὶ τάφρον. 70. δαίνυ δαῖτα γέρουσιν] παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις, ἢ ἐφ’ ἑστίασιν ἄγε τοὺς πρωταγωνιστάς. 71. ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ “παρῴχηκεν δὲ πλέω νύξ” (Il. 12, 252) ἀντὶ τοῦ πλήρης. 72. *ἠμάτιαι] ἀνὰ ἑκάστην ἡμέραν, ἢ διὰ μιᾶς ἡμέρας.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
