# Scholia in Iliadum 1.350

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.350

846. τινὲς Ἀχιλλείαν τὴν βοτάνην καλοῦσιν. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέφερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἀνέσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. χερσὶ δὸ καὶ οὐ λεαντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ως φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμ- φράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς. ἄλλοι δὲ αὐτὴν ἀριστολόχειαν φασὶν, ἣν καὶ ἴσχαιμον προσαγορεύουσιν. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τἥς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
