# Scholia in Iliadum 1.37-5-46

Scholia in Homerum, Scholia in Iliadum, 1.37 to 1.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.37-5

68. πατρόθεν ἐκ γενεῆς] δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας. ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους. ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν. 75. ὅτι ἔντεα οὐ πάντα τὰ ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπίς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατʼ ἐπικράτειαν. *παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα.. 77. πὰρ δὲ ζωστήρ] ὅτι δοκοῦσί τινες ταυτὸν εἶναι ζῶμα καὶ ζωστῆρα· οὐκ ἔστι δὲ, ἀλλὰ ζῶμα καλεῖ τὸ συναπτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν στατὸν θώρακα, τὸ δὲ ἔξωθεν συνδέον πάντα ζωστῆρα. καὶ ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων. *ἐπέτραπε] Ἅρίσταρχος ἐπέτρεπε. 80. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο, ὅτι ὀρθωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρός ἐκεῖνα “ἔζετο δʼ ὀρθωθείς” (Il. 2, 42) καὶ “ἑζόμενος δʼ ἐπὶ γοῦνα” (Il. 14, 437). 84. ἀθετεῖται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις. 89. * Ζεὺς ἐνέηκε πόνοισι διαμπερές] ὃν ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους. 91. πλάζομαι] οὐδὲν ἑστηκὸς διανοοῦμαι· πλανῶμαι κατὰ τὴν γνώμην, οἱονεὶ ἀπορῶ ὅπως χρήσωμαι τοῖς παροῦσι πράγμασιν. 93. Δαναῶν πέρι δείδια] πιθανώτερόν πώς ἐστιν ἀναστρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον. 95. στηθέων ἐκθρώσκει] Νικίας κατʼ ἰδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρώσκει. ἄμεινον δὲ ἓν ποιεῖν, ἐκθρώσκει ὡς ἐκτρέχει. τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα] κακῶς Νικίας ἀναστρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. 98. ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ σημαινόμενον γράφει ἀδηκότες ἡδέϊ ὕπνῳ κοιμήσωνται. ἔτι δὲ καὶ νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
